Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.242 Joseph. AJ 16.247 (English) >>Joseph. AJ 16.252

16.245τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατʼ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. 16.246τῷ δʼ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. 16.247καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτʼ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν· ἄχθεσθαι γὰρ ἐπʼ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν, 16.248αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν· τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. 16.249βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δʼ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτʼ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.242 Joseph. AJ 16.247 (English) >>Joseph. AJ 16.252

Powered by PhiloLogic